TLG 1483 001 :: MARTYRIUM ET ASCENSIO ISAIAE :: Fragmenta MARTYRIUM ET ASCENSIO ISAIAE Pseudepigr.
Hagiogr. Fragmenta Citation: Chapter — section — (line) | ||
1.1 | Ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει βασιλεύοντος Ἐζε‐ κίου ἐν Ἱερουσαλὴμ καλέσαι Μανασσὴν τὸν υἱὸν αὐτοῦ, ὄντα | |
5 | ἐτῶν ἕνδεκα, ἔμπροσθεν Ἡσαΐου τοῦ προφήτου καὶ Ἰασοὺμ τοῦ υἱοῦ αὐτοῦ. | |
---|---|---|
1.2 | Καὶ ἐλθόντος αὐτοῦ παρέδωκεν αὐτῷ τοὺς λόγους τῆς προφητείας οὓς αὐτὸς ὁ μακάριος Ἡσαΐας εἶδεν, † καὶ τὴν κατά‐ | |
5 | βασιν καὶ ἐξέλευσιν τοῦ ἀγαπητοῦ ἐκ τοῦ ἑβδόμου οὐρανοῦ εἰς τὸν ᾅδην, καὶ τὴν μεταμόρφωσιν ἣν μετεμορφώθη ἔμπροσθεν τῶν μα‐ θητῶν αὐτοῦ †, καὶ τοὺς λόγους | |
10 | οὓς αὐτὸς ὁ βασιλεὺς Ἐζεκίας | |
εἶδεν ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. | 105 | |
1.3 | Καὶ ὡς ἤκουσεν Σωμνὰς ὁ γραμματεὺς καὶ Ἀσοὺρ ὁ ὑπομνη‐ ματογράφος ἐρχόμενον τὸν μέ‐ γαν Ἡσαΐαν ἀπὸ Γαλγάλων εἰς | |
5 | Ἱερουσαλήμ, καὶ μετ’ αὐτοῦ τεσσεράκοντα υἱοὺς προφητῶν καὶ Ἰασοὺμ τὸν υἱὸν αὐτοῦ, ἀπήγγει‐ λαν τῷ Ἐζεκίᾳ περὶ τῆς ἐλεύ‐ σεως αὐτῶν. | |
1.4 | Ὁ δὲ βασιλεὺς Ἐζεκίας ἀκούσας ταῦτα ἐχάρη χαρὰν μεγάλην σφόδρα, καὶ ἐξελθὼν εἰς συνάντησιν τοῦ | |
5 | μακαρίου Ἡσαΐου ἐπελάβετο τῆς χειρὸς αὐτοῦ καὶ εἰσήγα‐ γεν αὐτὸν εἰς τὸν οἶκον τῆς βασιλείας αὐτοῦ, | |
1.5 | Καὶ ἐκέλευ‐ σεν τεθῆναι αὐτῷ δίφρον· οὐκ ἐκάθισεν δὲ ἐπὶ τὸν δίφρον, ἀλλ’ ἐπὶ τὴν κλίνην τοῦ βασιλέως. | |
1.6 | Τότε ἐπιλαβόμενος Ἐζεκίας ὁ βασιλεὺς Μανασσὴν τὸν υἱὸν αὐτοῦ ἤγαγεν αὐτὸν πρὸς τὸν μακάριον Ἡσαΐαν τὸν προφήτην, | |
5 | ἵνα ἐπιθήσῃ τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτὸν καὶ εὐλογήσῃ αὐτόν. ὡς δὲ εἶδεν ὁ μέγας προφήτης Ἡσαΐας τὸν Μανασσήν, ἐγέλασεν ἐπ’ αὐτῷ καὶ εἶπεν τῷ Ἐζεκίᾳ· | |
10 | Οὐ δύναμαι εὐλογῆσαι τὸν Μα‐ | |
νασσὴν τὸν μέλλοντά με τιμω‐ ρεῖν μεγάλαις βασάνοις καὶ πι‐ κραῖς. | 106 | |
1.7 | Καὶ εἶπεν Ἐζεκίας τῷ ἁγίῳ προφήτῃ Ἡσαΐᾳ· Εὐλόγη‐ σον, πάτερ, Μανασσὴν τὸν υἱόν μου. | |
1.8 | Ὁ δὲ εἶπεν· Ζῆ κύριος ὁ θεός μου † καὶ ὁ υἱὸς αὐτοῦ ὁ ἀγαπητὸς καὶ τὸ πνεῦμα τὸ λαλοῦν ἐν ἐμοί †, ὅτι ἐν ταῖς | |
5 | χερσὶ Μανασσῆ τοῦ υἱοῦ σου βασά‐ νοις πικραῖς τοῦ ζῆν ἀπαλλαγή‐ σομαι. | |
1.9 | Κατοικήσει γὰρ ὁ σατα‐ νᾶς ἐν τῇ καρδίᾳ Μανασσῆ, τοῦ υἱοῦ σου, καὶ πρισθήσομαι ὑπ’ αὐτοῦ πρίωνι ξυλίνῳ ἀπὸ κεφα‐ | |
5 | λῆς ἕως ποδῶν εἰς δύο, καὶ πολ‐ λοὺς ἐξ Ἱερουσαλὴμ καὶ ἐξ Ἰούδα ἀποστήσει ἀπὸ θεοῦ ζῶντος καὶ προσκυνήσουσιν εἰδώλοις. | |
1.10 | Ἀκούσας δὲ ταῦτα Ἐζεκίας ὁ βα‐ σιλεὺς ἐλυπήθη σφόδρα καὶ ἔσχισεν τὰ ἱμάτια αὐτοῦ καὶ ἔκλαυσεν πικρῶς, καὶ ἔβαλεν χοῦν | |
5 | ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ σάκ‐ κον καὶ σποδὸν ὑπεστρώσατο, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ὡσεὶ νεκρός. | |
1.11 | Καὶ εἶπεν ὁ μέγας τοῦ θεοῦ προφήτης Ἡσαΐας τῷ βασιλεῖ Ἐζεκίᾳ· Οὐκ ὠφελήσεις σεαυτὸν οὐδὲν κλαίων | |
5 | καὶ ὀδυρόμενος· δεῖ γὰρ πλη‐ ρωθῆναι τὴν βουλὴν τοῦ σατανᾶ ἐν τῷ υἱῷ σου τῷ Μανασσῇ. | |
1.12 | Ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ διελογίζετο Ἐζεκίας ὁ βασιλεὺς τοῦ ἀπο‐ κτεῖναι τὸν υἱὸν αὐτοῦ Μανασσήν. ὁ δὲ Σωμνὰς ὁ ὑπομνηματο‐ | |
5 | γράφος εἶπεν τῷ ἁγίῳ προφήτῃ | |
Ἡσαΐᾳ ὅτι Ἐζεκίας ὁ βασιλεὺς βούλεται ἀποκτεῖναι τὸν υἱὸν αὐτοῦ διὰ σέ. | 107 | |
1.13 | Καὶ εἶπεν ὁ μέγας Ἡσαΐας πρὸς Ἐζεκίαν τὸν βασιλέα· Κατήργησεν κύριος ὁ θεὸς † καὶ ὁ ἀγαπητὸς αὐτοῦ † | |
5 | τὴν βουλήν σου· οὐ μὴ γὰρ ἔσται τοῦτο. δεῖ γάρ με ἐκ παν‐ τὸς ἐν ταῖς χερσὶ Μανασσῆ τοῦ υἱοῦ σου τιμωρηθέντα ἐξελ‐ θεῖν ἀπὸ τοῦ βίου τούτου. | |
1.14 | Ὤρυξεν δὲ ὁ μέγας Ἡσαΐας ἐν Ἱερουσαλὴμ ἐν τῇ γῇ οἰκείαις χερσίν, καὶ εὗρεν ὕδωρ πολύ, καὶ ἐπωνόμασεν αὐτὸ | |
5 | πηγὴν Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. | |
2.1 | Ἐτελεύτησεν δὲ Ἐζε‐ κίας ὁ βασιλεὺς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ Μανασσὴς ὁ υἱὸς αὐτοῦ παρέλα‐ | |
5 | βεν τὴν βασιλείαν αὐτοῦ. | |
2.2 | Ὁ δὲ βασιλεὺς Μανασσὴς οὐκ ἐμνήσθη τῶν ἐντολῶν τοῦ πατρὸς αὐτοῦ, ἀλλ’ ἐπελάθετο πάντων. καὶ ἀφῆ‐ | |
5 | κεν τὴν λατρείαν τοῦ θεοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ εἴδωλα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἐλάτρευσεν τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν | |
10 | αὐτοῦ. | |
2.3 | Καὶ ἐξέκλινε πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ἀπὸ τῆς τοῦ θεοῦ λατρείας καὶ προσκυνή‐ σεως. καὶ ἐλάτρευσαν τῷ διαβόλῳ | |
5 | καὶ τοῖς ἀγγέλοις αὐτοῦ μετὰ καὶ τῶν βεβήλων καὶ ἀκαθάρτων εἰδώλων, | |
2.4 | (... Μ)ανασσῆ, καὶ | |
κατε(δυ)νάμου αὐτὸν ἐν (τῇ) ἀπο‐ στάσει καὶ τῇ (ἀν)ομίᾳ, ἥτις ἐσπάρη ἐν (Ἱ)ερουσαλήμ. | 108 | |
2.5 | Κα(ὶ) ἐπλήθυνεν (ἡ) φαρμακεία καὶ ἡ μαγεία καὶ ἡ μαντεία καὶ οἱ κληδονισμοὶ καὶ ἡ πορνεία καὶ ὁ διωγμὸς τῶν δικαίων ἐν χερσὶ | |
5 | Μανασσῆ καὶ ἐν χερσὶν τοῦ Τουβὶ τοῦ Χανανίτου καὶ ἐν χερσὶν Ἰωνὰν τοῦ Ναθὼθ καὶ ἐν χερσὶν Σαδὼκ τοῦ ἐπὶ τῶν πραγματειῶν. | |
2.6 | καὶ οἱ λοιποὶ λόγοι ἰδοὺ γεγραμ‐ μένοι εἰσ(ὶν ἐ)ν τοῖς βίβλοις τῶν (β)ασ(ιλέων) Ἰούδα καὶ Ἰ(σραήλ) | |
2.7 | .... (κ)αὶ τὴν πομπὴ(ν αὐ)τοῦ ἀνεχώρησεν ἀπ(ὸ) Ἱ(ερουσαλ)ὴμ καὶ ἐκάθισεν ἐν Β(ηθ)λεὲμ τῆς Ἰουδαίας. | |
2.8 | (καὶ) ἐκεῖ δὲ ἦν ἀνομ(ία π)ολλή, καὶ ἀναχωρήσα(ς) ἀπὸ Βηθλεὲμ | |
ἐκά(θι)σεν ἐν τῷ ὄρει ἐν τόπῳ ἐρήμῳ. | 109 | |
2.9 | καὶ Μιχάας ὁ προφήτης καὶ Ἀνανίας ὁ γέρων καὶ 〈Ἰ〉ωὴλ καὶ Ἀμβακοὺμ καὶ Ἰ[σ]ασοὺφ ὁ υἱὸς αὐτοῦ καὶ πολλοὶ τῶν πισ‐ | |
5 | τῶν τῶν πιστευόντων εἰς οὐρα‐ νοὺς ἀναβῆναι ἀνεχώρησαν, καὶ ἐκάθισαν εἰς τὸ ὄρος, | |
2.10 | πάν‐ τε〈σ〉 σάκκον περιβεβλημένοι καὶ πάντες ἦσαν προφῆται, οὐδὲν ἔχοντες μετ’ αὐτῶν ἀλλὰ γυμνοὶ | |
5 | ἦσαν, πενθοῦντες πένθος μέγα περὶ τῆς πλ(ά)νης τοῦ Ἰσραήλ. | |
2.11 | καὶ οὗτοι οὐκ ἤσθιον εἰ μὴ βοτάνας τίλλον(τε)ς ἐκ τῶν ὀρέων καὶ *........[...]αν μετὰ Ἠσα(ίο)υ *οἰκοῦντες. καὶ | |
5 | ἐπε(ὶ) ἦσαν ἐν τ(ο)ῖς ὄρεσιν καὶ ἐν τοῖς βουνοῖς (δ)ύ(ο ἔ)τη ἡμε‐ ρῶν | |
2.12 | 〈ἐπὶ〉 τοῦ ε(ἶ)ναι αὐτοὺς (ἐν) τοῖς ἐρήμ(ο)ις καὶ ..... ............ἐν Σαμαρίᾳ ᾧ 〈ὄ〉νομα ἦν Βελιχειὰρ ἐκ τῆς | |
5 | συγγενίας Σεδεκίου υἱοῦ Χανανὶ τοῦ ψευδοπροφήτου ὃς ἦν κατοι‐ κῶν ἐν Βηθανίᾳ. καὶ Σεδεκίας υἱὸς Χανανὶ ὃς ἦν ἀδελφὸς τοῦ πατρὸς αὐτοῦ, ἐν δὲ ταῖς ἡμέραις Ἀχαὰβ | |
10 | βασιλέως τοῦ Ἰσραὴλ ἦν διδά‐ σκαλος τῶν τετρακοσίων προφη‐ τῶν τοῦ Βαάλ, καὶ αὐτὸ(ς) ἐρά‐ πισεν καὶ ὕβρισεν τὸν Μιχαίαν υἱὸν Ἰεμμαδὰ τὸν προφήτην· | 110 |
2.13 | καὶ αὐτὸς δὲ ὑβρ(ίσ)θη ὑπὸ Ἀχαὰβ καὶ ἐβλήθη Μιχαίας εἰς φυλακήν. ⸢καὶ ἦν⸣ μ(ε)τὰ Σεδεκίου τοῦ ψευδοπροφήτο(υ) ὄντος. ἦσαν | |
5 | μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰ(μ) ἐν Σεμμωμα ..... | |
2.14 | καὶ Ἠλείας (ὁ προφή)της ἐκ Θεσ(βῶν) ... καὶ τὴν Σαμαρίαν, καὶ αὐτὸς ἐπροφήτευεν περὶ Ὀχοζείου ὅτι | |
5 | ἐν κλίνῃ ἀρρωστίας ἀποθανεῖται καὶ ἡ Σαμαρία εἰς χεῖρας Ἀλνα‐ σὰρ παραδοθήσεται ἀνθ’ ὧν ἐφόνευεν τοὺς προφήτας τοῦ Θ(εο)ῦ. | |
2.15 | (κα)ὶ ἀκούσαντες οἱ προφῆται (ο)ἱ μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰμ καὶ (ὁ) διδάσκαλος αὐτῶν Ἰαλλαρίας ἐξ ὄρους | |
5 | †Ἰσλαλ† | |
2.16 | καὶ αὐτὸς ἦν [ὁ Βεχειρ(ὰ)] ἀδελφὸς τοῦ Σεδεκίου, ἀκούσαν(τ)ες μετέπεισαν τὸν Ὀχοζείαν βασίλεα Γομόρρων καὶ | |
5 | ἐφό(ν)ευσαν τὸν Μιχαί(α)ν. | |
3.1 | καὶ Βεχειρὰ ἔγνω, (κ)αὶ εἶδεν τὸν τό(π)ον τοῦ Ἠσαίου (καὶ τῶ)ν προφη(τῶν τῶν) μετ’ αὐ‐ (τοῦ. οὗτο)ς γὰρ ἦν οἰκῶν ἐν τῇ | |
5 | χώρᾳ Βηθλεέμ, καὶ ἐκολλήθη τῷ Μανασσῇ. καὶ αὐτὸς ἦν ψευδο‐ προφητεύων ἐν Ἱερουσαλήμ, καὶ πολλοὶ ἐξ Ἱερουσαλὴμ ἐκολλή‐ θησαν πρὸς αὐτόν. καὶ αὐτὸς δὲ | |
10 | ἦν ἀπὸ Σαμαρίας. | |
3.2 | καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν Ἀλγασὰρ Ἀσσυρίων | |
βασιλέα καὶ αἰχμαλωτίσαι τὴν Σαμαρίαν καὶ λαβεῖν τὰς ἐν (νέ)α | 111 | |
5 | ἥμισυ φυλὰς ἐν αἰχμαλωσίᾳ καὶ ἀπενέγκαι αὐτοὺς εἰς ὄρη Μήδων καὶ ποταμῶν [καὶ] Γωζάν, | |
3.3 | οὗτος ἦν νεώτερος, καὶ ἔφυγεν καὶ ἦλθεν εἰς Ἱε(ρου)σαλὴμ ἡμ(έρ)αις (Ἑζε)κίου βασ(ιλέως Ἰ)ούδα. | |
5 | κα(ὶ οὐκ ἐ)πάτει †* εἰς Σαμαρίαν ἐν ὁδῷ† τοῦ πατρὸς αὐτοῦ, ὅτι τὸν Ἑζεκίαν ἐφοβεῖτο. | |
3.4 | καὶ εὑρέθη ἐν τῷ χρόνῳ Ἑζεκίου λαλῶν λό‐ γους ἀνομίας ἐν Ἱερουσαλήμ, | |
3.5 | καὶ κατηγορήθη ὑπὸ τῶν παί‐ δων Ἑζεκίου καὶ ἔφυγεν εἰς τὴν χώραν Βηθλεέμ. καὶ ἔπεισαν | |
3.6 | καὶ κατηγόρησεν Μελχειρὰ τοῦ Ἠσαίου καὶ τῶν προφητῶν λέγων ὅτι Ἠσαίας καὶ * οἱ προφῆ‐ ται οἱ μετὰ Ἠσαίου προφη‐ | |
5 | τεύουσιν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ (τὰ)ς πόλεις Ἰούδα (κα)ὶ Βε‐ (νι)αμεὶν ὅτι (πο)ρεύ(σο)νται ἐν γαλε(άγ)ρ(αις κα)ὶ ἐν πέδαις ..... ἀπελεύσῃ, | |
3.7 | καὶ αὐτοὶ ψευδοπροφητεύουσιν καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν* ⸢καὶ τὸν Βενιαμεὶν αὐτοὶ μισοῦσιν, | |
5 | καὶ ὁ λόγος αὐτῶν κακὸς ἐπὶ τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ⸣. | |
3.8 | καὶ αὐτὸς Ἠσαίας εἶπεν [αὐτοῖς], βλέπω πλέον Μωυσῆ τοῦ προφή‐ του. | |
3.9 | εἶπεν γὰρ Μωυσῆς ὅτι οὐκ ὄψεται ἄνθρωπος τὸν θεὸν καὶ ζήσετα(ι), Ἠσαίας δὲ εἶπεν εἶδον τὸν (θεὸν) κ(α)ὶ ἰδοὺ ζῶ. | |
3.10 | βασι(λ)εῦ (γί)νω〈σ〉κε ὅτι ψευ‐ | |
δή(ς) ἐστιν. καὶ τὴν Ἱ(ε)ρουσα‐ λὴμ Σόδο(μ)α ἐκάλεσεν, κ(αὶ τοὺς) ἄρχοντα(ς Ἰούδα) καὶ | 112 | |
5 | Ἰσραὴλ (λαὸν Γο–)μόρρας πρ(οσηγό)ρευσεν. (κ)α(ὶ πολλὰ) κατηγόρει ἐπὶ τοῦ Μανασσῆ καὶ τῶν προφητῶν. | |
3.11 | καὶ ἐκάθισεν Βελιὰρ ἐν τῇ καρ(δ)ίᾳ τοῦ Μα‐ νασσῆ καὶ ἐν τῇ καρδίᾳ τῶν ἀρχόν‐ των Ἰούδα καὶ Βενιαμεὶν καὶ | |
5 | τῶν εὐνούχων καὶ τῶν συμβού‐ λων* τοῦ βασιλέως, | |
3.12 | καὶ ἤρεσαν αὐτῷ οἱ λόγοι τοῦ Βελχειρὰ καὶ ἀπέστειλεν καὶ ἐκράτησεν τὸν Ἠσαίαν. | |
3.14 | Τότε θυμωθεὶς σφόδρα ὁ βασιλεὺς Μανασσὴς ἐφ’ οἷς ἤκου‐ σεν πικροῖς ῥήμασιν ἐκέλευσεν παρευθὺ πρισθῆναι τὸν ἅγιον | |
5 | Ἡσαΐαν ἐν πρίωνι σιδηρῷ. | |
3.15 | Καὶ τούτου ἐν τάχει γινομένου καὶ πριζομένου αὐτοῦ ἐπὶ ὥρας ἱκανάς, οὐδ’ ὅλως ἥπτετο αὐτοῦ ὁ σίδηρος. | |
3.16 | Τότε λέγει ὁ ἅγιος Ἡσαΐας ὁ προφήτης τῷ Μα‐ νασσῇ· Βασιλεῦ, ἔσῃ εἰδὼς ὅτι ἐγὼ ἐν πρίωνι ξυλίνῳ ἐκληρώθην | |
5 | πρισθῆναι, καὶ ἄλλως τοῦτο γενέσθαι ἀδύνατον. τότε ὁ βασι‐ λεὺς Μανασσὴς προσέταξεν ἐν πρίωνι ξυλίνῳ πρισθῆναι αὐτόν. | |
3.17 | Καὶ πριζομένου αὐτοῦ ἔστη Μελχίας ὁ ψευδοπροφήτης κατὰ πρόσωπον αὐτοῦ λέγων· Εἰπὲ ὅτι οὐκ ἐπροφήτευσα ταῦτα | |
5 | περὶ Ἱερουσαλήμ, καὶ ἀρθή‐ | |
σονται ἀπὸ σοῦ αἱ βάσανοι αὗται. | 113 | |
3.18 | Καὶ εἶπεν αὐτῷ ὁ ἅγιος Ἡσαΐας· Κατάθεμά σοι, Μελχία ψευδοπροφῆτα, διάβολε· Ζῆ γὰρ κύριος ὁ θεός μου καὶ ζῆ τὸ | |
5 | πνεῦμα αὐτοῦ τὸ λαλοῦν ἐν ἐμοί, ὅτι Ἱερουσαλὴμ αὕτη ἡ μεγάλη πόλις καὶ εὐρύχωρος τέλεον ἐρη‐ μωθήσεται, καὶ Μανασσὴς καὶ τὰ τέκνα αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ | |
10 | καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ ὁ λαὸς τῆς πόλεως ταύτης αἰχμάλωτοι ἀχθήσονται ἐν Βαβυλῶνι. | |
3.19 | Καὶ ταῦτα εἰπὼν ὁ μακάριος Ἡσαΐας | |
ἔπρισαν αὐτὸν διχῇ πρίωνι ξυλίνῳ. | 114 |